Πέμπτη, 24 Φεβρουαρίου 2011

Εκ της Υμνολογίας της Κυριακής του Ασώτου


Στιχηρά του Εσπερινού

Εἰς ἀναμάρτητον χώραν, καὶ ζωηράν, ἐπιστεύθην, γεωσπορήσας τὴν ἁμαρτίαν, τῇ δρεπάνῃ ἐθέρισα, τοὺς στάχυας τῆς ἀμελείας, καὶ δραγμάτων ἐστοίβασα, πράξεών μου τὰς θημωνίας, ἃς καὶ κατέστρωσα οὐχ ἅλωνι τῆς μετανοίας. Ἀλλ' αἰτῶ σε, τὸν προαιώνιον γεωργὸν ἡμῶν Θεόν, τῷ ἀνέμῳ τῆς σῆς φιλευσπλαγχνίας ἀπολίκμισον τὸ ἄχυρον τῶν ἔργων μου καὶ σιτάρχησον τῇ ψυχῇ μου τὴν ἄφεσιν, εἰς τὴν οὐράνιόν σου συγκλείων με ἀποθήκην καὶ σῶσόν με.

Ἐπιγνῶμεν ἀδελφοὶ τοῦ μυστηρίου τὴν δύναμιν· τὸν γὰρ ἐκ τῆς ἁμαρτίας, πρὸς τὴν πατρικὴν ἑστίαν, ἀναδραμόντα, Ἄσωτον Υἱὸν ὁ πανάγαθος Πατήρ, προϋπαντήσας ἀσπάζεται, καὶ πάλιν τῆς οἰκείας δόξης, χαρίζεται τὰ γνωρίσματα, καὶ μυστικὴν τοῖς ἄνω ἐπιτελεῖ ευφροσύνην, θύων τὸν μόσχον τὸν σιτευτόν, ἵνα ἡμεῖς ἀξίως πολιτευσώμεθα, τῷ τε θύσαντι φιλανθρώπῳ Πατρί, καὶ τῷ ἐνδόξῳ θύματι, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Κάθισμα του Όρθρου

Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον,
ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον,
εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν τοῦ ἐλέους Σου,
ν
ῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν·
σοὶ γὰρ Κύριε, ἐν κατανύξει κραυγάζω,
Ἥμαρτον, σῶσόν με.



Εκ της Ενάτης Ωδής του Όρθρου

Ἴδε Χριστέ, τὴν θλῖψιν τῆς καρδίας,ἴδε μου τὴν ἐπιστροφήν, ἴδε τὰ δάκρυα Σῶτερ, καὶ μὴ παρίδῃς με, ἀλλ' ἐναγκάλισαι πάλιν δι' εὐσπλαγχνίαν, πληθύϊ σῳζομένων συναριθμῶν, ὅπως ὑμνῶ εὐχαρίστως τὰ ἐλέη σου.

Ὡς ὁ λῃστὴς βοῶ τὸ Μνήσθητί μου, ὡς ὁ Τελώνης κατηφὴς τύπτω τὸ στῆθος καὶ κράζω, νῡν τό, ἱλάσθητι, ὥσπερ τὸν Ἄσωτον ῥῦσαί με πανοικτίρμον, ἐκ πάντων τῶν κακῶν μου Παμβασιλεῦ, ὅπως ὑμνῶ σου τὴν ἄκραν συγκατάβασιν.

Στέναξον νῦν, ψυχή μου, παναθλία, καὶ ἀναβόησον Χριστῷ· Ὁ δι' ἐμὲ ἑκουσίως πτωχεύσας Κύριε, πτωχεύσαντά με ἐκ πάσης ἀγαθοεργίας, καλῶν περιουσίᾳ, ὡς ἀγαθός καὶ πολύελεος, μόνος καταπλούτισον.

Ἥν περ ποτέ, εἰργάσω εὐφροσύνην, τῇ τοῦ, Ἀσώτου Ἀγαθέ, ἐπιστροφῇ ἑκουσίῳ· ταύτην νῡν ποίησον καὶ ἐπ' ἐμοὶ τῷ ἀθλίῳ προσεφαπλῶν μοι, τὰς σὰς σεπτὰς ἀγκάλας ἵνα σωθεὶς ὑμνολογῶ σου τὴν ἄκραν συγκατάβασιν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου