Πέμπτη, 27 Ιανουαρίου 2011

...ὅτι ἄνευ Σοῦ θνήσκω...


Δός μοι Κύριε, ὀφθαλμόν, Φῶς Ἀόρατον, ὅστις Σὲ ὄψεται˙

κτίσον ἐν ἐμοὶ καινὴν ὄσφρησιν ὀσμῆς ζωῆς,

ἵνα ὀπίσω Σου εἰς ὀσμὴν μύρου συνδράμω˙

τὴν γεῦσιν θεράπευσον, ἵνα γεύσηται καὶ διακρίνῃ καὶ γνῶ,

ὡς πολύ τὸ πλῆθος τῆς χρηστότητός Σου, Κύριε,

ἧς ἔκρυψας τοῖς φοβουμένοις σε,

καὶ τοῖς πεπληρωμένοις τῆς Σῆς Ἀγάπης.

Δὸς καρδίαν διαλογιζομένην τὰ Σά,

διάνοιαν ἀγαπῶσάν Σε,

μνήμην ἀναπολοῦσάν Σε,

νοῦν Σε νοοῦντα˙

λόγον ἐχόμενόν Σου ἰσχυρῶς τοῦ ἄκρου ἡδέος,

καὶ ἀγαπῶντα Σε σοφῶς τὴν σοφὴν Ἀγάπην,

ὦ ζωή, ᾗ πάντα ζῶσι, ζωή, ἡ ζωὴν μοι διδοῦσα,

ζωὴ δι’ ἧς ζῶ, ἧς ἄνευ θνήσκω,

δι’ἧς ἀνίσταμαι, ἧς ἄνευ ἀπόλλυμαι,

δι’ ἥν χαίρω, ἧς ἄνευ λυποῦμαι, ζωὴ ζωοποιέ,

γλυκεῖα καὶ ἐραστή, καὶ ἀείμνηστε˙

δέομαι, ποῦ εἶ; ποῦ Σὲ εὑρήσω;

ἵνα ἀναπαύσωμαι, ἐν ἑαυτῷ ὤν, ὑποστῶ δὲ ἐν Σοί.

Ἐγγὺς ἔσο τῷ νῷ μου, ἐγγὺς τῇ καρδίᾳ,

ἐγγὺς εἰς τὴν βοήθειάν μου, ἐγγὺς τῷ στόματί μου,

ὅτι ἀπὸ τῆς ἀγάπης τῆς Σῆς ὀδυνῶμαι,

ὅτι ἄνευ Σοῦ θνήσκω,

ὅτι μεμυημένος Σου ἀναπνέω.


Ἅγιος Αὐγουστῖνος


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου