Πέμπτη, 20 Ιανουαρίου 2011

Σοφία Σολομώντος ζ΄ 22 - η΄ 3


Ἐστι γὰρ ἐν αὐτῇ (τῇ σοφίᾳ) πνεῦμα νοερόν, ἅγιον, μονογενές,

πολυμερές, λεπτόν, εὐκίνητον, τρανόν,

ἀμόλυντον, σαφές, ἀπήμαντον, φιλάγαθον,

ὀξύ, ἀκώλυτον, εὐεργετικόν,

φιλάνθρωπον, βέβαιον, ἀσφαλές,

ἀμέριμνον, παντοδύναμον, πανεπίσκοπον

καὶ διὰ πάντων χωροῦν πνευμάτων

νοερῶν καθαρῶν λεπτοτάτων.

Πάσης γὰρ κινήσεως κινητικώτερον σοφία,

διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα·

ἀτμὶς γάρ ἐστι τῆς τοῦ Θεοῦ δυνάμεως

καὶ ἀπόρροια τῆς τοῦ Παντοκράτορος δόξης εἰλικρινής·

διὰ τοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει.

Ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου

καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Θεοῦ ἐνεργείας

καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.

Μία δὲ οὖσα πάντα δύναται

καὶ μένουσα ἐν αὐτῇ τὰ πάντα καινίζει

καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα

φίλους Θεοῦ καὶ προφήτας κατασκευάζει·

οὐθὲν γὰρ ἀγαπᾷ ὁ Θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα.

Ἔστι γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου

καὶ ὑπὲρ πᾶσαν ἄστρων θέσιν,

φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα·

τοῦτο μὲν γὰρ διαδέχεται νύξ, σοφίας δὲ οὐ κατισχύει κακία.

Διατείνει δὲ ἀπὸ πέρατος εἰς πέρας εὐρώστως

καὶ διοικεῖ τὰ πάντα χρηστῶς.

Ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου

καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ

καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς.

Εὐγένειαν δοξάζει συμβίωσιν Θεοῦ ἔχουσα,

καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου