Παρασκευή, 21 Ιανουαρίου 2011

Ἐκ τῆς Ὑμνολογίας: Δοξαστικὸν τοῦ Ἑσπερινοῦ τῆς 17ης Ἰανουαρίου


Τὸ κατ᾿ εἰκόνα τηρήσας ἀλώβητον,
νοῦν ἡγεμόνα κατὰ παθῶν ὀλεθρίων, ἀσκητικῶς ἐνστησάμενος,
εἰς τὸ καθ᾿ ὁμοίωσιν ὡς δυνατὸν ἀνελήλυθας·
ἀνδρικῶς γὰρ τήν φύσιν ἐκβιασάμενος,
ἔσπευσας τὸ χεῖρον, καθυποτάξαι τῷ κρείττονι,
καὶ τὴν σάρκα δουλῶσαι τῷ πνεύματι·
ὅθεν μοναζόντων, ἀνεδείχθης ἀκρότης,
πολιστὴς τῆς ἐρήμου, εὐδρομούντων ἀλείπτης,
κανὼν ἀρετῆς ἀκριβέστατος·
καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων Ἀντώνιε,
καθαρῶς ἐποπτεύεις τὴν ἁγίαν Τριάδα,
ἐντυγχάνων ἀμέσως,
ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου