Παρασκευή, 10 Δεκεμβρίου 2010

Ὕμνοι Χριστουγέννων-ἡμέρα 25η.


Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον ἡνώθησαν,

τεχθέντος τοῦ Χριστοῦ.

Σήμερον Θεὸς ἐπὶ γῆς παραγέγονε

καὶ ἄνθρωπος εἰς οὐρανοὺς ἀναβέβηκε.

Σήμερον ὁρᾶται σαρκὶ, ὁ φύσει ἀόρατος, διὰ τὸν ἄνθρωπον.

Διὰ τοῦτο καὶ ἡμεῖς δοξολογοῦντες, βοήσωμεν αὐτῷ˙

Δόξα ἐν ὑψίστοις Θεῷ

καὶ ἐπὶ γῆς εἰρήνη,

ἥν ἡμῖν ἐβράβευσεν ἡ παρουσία σου,

Σωτήρ ἡμῶν δόξα σοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου