Τρίτη, 7 Δεκεμβρίου 2010

Ὕμνοι Χριστουγέννων-ἡμέρα 23η.


Εὐφράνθητι Ἱερουσαλήμ,

καὶ πανηγυρίσατε πάντες οἱ ἀγαπῶντες Σιών.

Σήμερον ὁ χρόνιος ἐλύθη δεσμός,

τῆς καταδίκης τοῦ Ἀδάμ.

Ὀ Παράδεισος ἡμῖν ἠνεῴχθη,

ὁ ὄφις κατηργήθη.

Ἥν γὰρ ἠπάτησε πρώην,

νῦν ἐθεάσατο

τοῦ Δημιουργοῦ γενομένην Μητέρα.

Ὤ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ!

Ἡ προξενήσασα τὸν θάνατον πάσῃ σαρκί,

τῆς ἁμαρτίας τὸ ὄργανον,

σωτηρίας ἀπαρχὴ ἐγένετο τῷ κόσμῳ παντί

διὰ τῆς Θεοτόκου.

Βρέφος γὰρ τίκτεται ἐξ αὐτῆς,

ὁ παντέλειος Θεός.

Καὶ διὰ τοῦ Τόκου, Παρθενίαν σφραγίζει,

σειρὰς ἁμαρτημάτων λύων διὰ σπαργάνων.

Καὶ διὰ Νηπιότητος,

τῆς Εὔας θεραπεύει τὰς ἐν λύπαις ὠδῖνας.

Χορευέτω τοίνυν πᾶσα ἡ κτίσις καὶ σκιρτάτω˙

ἀνακαλέσαι γὰρ αὐτὴν παραγέγονε Χριστός,

καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου