Τρίτη, 14 Δεκεμβρίου 2010

Ὕμνοι Χριστουγέννων-ἡμέρα 30η.


Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρί;
Ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός;
Πάντως ὡς οἶδεν, ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν.
Ἄσαρκος γὰρ ὤν, ἐσαρκώθη ἑκών.
Καὶ γέγονεν ὁ Ὤν, ὅ οὐκ ἦν δι’ἡμᾶς.
Καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος.
Διπλοῦς ἐτέχθη Χριστός,
τὸν ἄνω κόσμον θέλων ἀναπληρῶσαι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου