Παρασκευή, 19 Μαρτίου 2010

Ἀφιέρωμα: ΚΛΙΜΑΞ. Ἐκ τοῦ ΣΤ΄ Λόγου , Περί Μνήμης Θανάτου.


• Δειλία μὲν θανάτου ἐστίν, ἰδίωμα φύσεως ἐκ παρακοῆς προσγινόμενον˙ τρόμος δὲ θανάτου ἐστίν, ἀμετανοήτων πταισμάτων τεκμήριον.

• Δειλιᾷ Χριστὸς θάνατον, οὐ τρέμει, ἵνα τῶν δύο φύσεων τὰ ἰδιώματα σαφῶς ἐμφανίσῃ.


• Ὥσπερ πασῶν τροφῶν ὁ ἄρτος ἀναγκαιότερος, οὕτω πασῶν ἐργασιῶν ἡ τοῦ θανάτου ἔννοια.

• Τοῦτο ἀληθὲς τεκμήριον τῶν ἐν αἰσθήσει καρδίας μνημονευόντων τοῦ θανάτου, ἡ πρὸς πᾶσαν τὴν κτίσιν ἑκούσιος ἀπροσπάθεια καὶ τοῦ ἰδίου θελήματος παντελὴς ἐγκατάλειψις. Δόκιμος μὲν πάντως ὁ καθ’ ἡμέραν τοῦτον προσδεχόμενος˙ ἅγιος δε. ὁ καθ’ ὥραν τούτου ἐφιέμενος.

• Οὐ πᾶσα ἐπιθυμία θανάτου ἀγαθή˙ εἰσὶ γὰρ οἱ διηνεκῶς βίᾳ ἕξεως πταίοντες, καὶ τοῦτον εὐχόμενοι μετὰ ταπεινώσεως˙ καὶ εἰσιν αὖθις οἱ μετανοῆσαι μὴ βουλόμενοι, καὶ τὸν θάνατον ἐξ ἀπογνώσεως προσκαλούμενοι˙ καὶ εἰσὶν ἔτι οἱ ἐξ οἰήσεως ἀπαθεῖς ἑαυτοὺς ἔχοντες, καὶ τοῦτον τέως μὴ δειλαινόμενοι˙ καὶ εἰσίν, (εἴπερ καὶ νῦν ἄρα εἰσίν), οἱ δι’ ἐνεργείας Πνεύματος Ἁγίου τὴν ἐκδημίαν ἐπιζητοῦντες τὴν ἑαυτῶν.

• Ὥσπερ τὴν τελείαν ἀγάπην οἱ πατέρες ἄπτωτον εἶναι ὁρίζονται, οὕτως ἔγωγε τὴν τελείαν τοῦ θανάτου αἴσθησιν ἄφοβον εἶναι ἀποφαίνομαι.

• Μὴ θέλε πάντας διὰ λόγων πληροφορεῖν τὴν πρὸς αὐτούς σου ἀγάπην˙ μᾶλλον δὲ Θεὸν αἰτοῦ ταύτην αὐτοῖς ἀρρήτως ἐμφανίσαι˙ εἰ δὲ μή, οὐκ ἐξαρκέσει σοι ὁ χρόνος πρὸς σχέσεις καὶ κατάνυξιν.

• Μὴ ἀπατῶ, ἄφρον ἐργάτα, χρόνῳ χρόνον ἀναπληροῦν˙ οὐ γὰρ ἐξαρκεῖ ἡ ἡμέρα οὐδὲ τὸ ἑαυτῆς χρέος τῷ Δεσπότῃ πληρῶσαι ἀνελλιπῶς.

• Οὐκ ἔστι, φησί τις, οὐκ ἔστι τὴν ἐνεστῶσαν ἡμέραν εὐσεβῶς διεξιέναι, εἰμὴ αὐτὴν ἐσχάτην παντὸς τοῦ βίου λογισώμεθα.

Ἕκτη ἀνάβασις˙ ὁ ἀναβὰς λοιπόν, οὐ μὴ ἁμαρτήσῃ ποτέ˙ εἴπερ ἀληθὲς ἐκεῖνο, τὸ «μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου