Τρίτη, 2 Μαρτίου 2010

Ἀφιέρωμα: ΚΛΙΜΑΞ.Τρίτη , Γ΄ Νηστειῶν. Ἐκ τοῦ Ε΄ Λόγου , Περί Μετανοίας

• Προέδραμε ποτὲ Πέτρου Ἰωάννης˙ προτέτακται δὲ νῦν ὑπακοὴ μετανοίας˙ ὁ μὲν γὰρ προλαβὼν ὑπακοῆς, ὁ δὲ ἕτερος τῆς μετανοίας τύπος καθέστηκε.

• Μετάνοιά ἐστιν, ἀνάκλησις βαπτίσματος. Μετάνοιά ἐστι, συνθήκη πρὸς Θεὸν δευτέρου βίου. Μετανοῶν ἐστι, ταπεινώσεως ἀγοραστής. Μετάνοιά ἐστι, σωματικῆς παρακλήσεως διηνεκὴς ἀνελπιστία. Μετάνοιά ἐστι, αὐτοκατάκριτος λογισμὸς καὶ ἀμέριμνος αὐτομέριμνος. Μετάνοιά ἐστι, θυγάτηρ ἐλπίδος καὶ ἄρνησις ἀνελπιστίας. Μετανοῶν ἐστι, κατάδικος ἀκαταίσχυντος.


• Προσέχετε ἀδελφοί μου, τῷ λόγῳ μου˙ κλίνατε τὸ οὖς ὑμῶν οἱ τὸν Θεὸν πάλιν ἑαυτοῖς δι’ ἐπιστροφῆς ἀληθοῦς καταλλάξαι βουλόμενοι.

• Εἶδον ἀκαθάρτους ψυχὰς περὶ ἔρωτας σωμάτων ἐμμανῶς διακειμένας˙ καὶ δὴ αὖται σκῆψιν μετανοίας προσλαβοῦσαι ἐκ πείρας ἔρωτος, τὸν αὐτὸν πρὸς Κύριον μετενηνόχασιν ἔρωτα˙ καὶ πάντα φόβον εὐθὺς ὑπερπηδήσασαι, ἀπλήστως εἰς ἀγάπην Θεοῦ ἐνεκεντρίσθησαν˙ διὰ τοῦτο καὶ ὁ Κύριος τῇ σώφρονι ἐκείνῃ πόρνῃ οὐ λέγει ὅτι ἐφοβήθη, ἀλλ’ ὅτι ἠγάπησε πολύ, καὶ ἠδυνήθη εὐχερῶς ἔρωτι ἔρωτα διακρούσασθαι.


• Οὐκ ἔστιν ἡμᾶς ἐν τῷ λάκκῳ τῶν ἀνομιῶν πεπτωκότας, καὶ μὴ εἰς τὴν ἄβυσσον τῆς ταπεινώσεως τῶν μετανοούντων καταδύσαντας, ἐκεῖθεν ἐλκυσθῆναι.

• Ἄλλη ἡ τῶν πενθούντων σκυθρωπὴ ταπείνωσις, καὶ ἑτέρα ἡ τῶν ἔτι ἁμαρτανόντων τοῦ συνειδότος κατάγνωσις˙ καὶ ἄλλη ἡ τοῖς τελείοις δι’ ἐνεργείας Θεοῦ προσγινομένη μακαρία πλουτοταπείνωσις. Μὴ σπεύσωμεν τὴν τρίτην λόγοις εὑρεῖν˙ μάτην γὰρ δραμούμεθα˙ τῆς δὲ δευτέρας σημεῖον, ὑπομονὴ ἀτιμίας παντελής ˙ τυραννεῖ ἡ πρόληψις καὶ τὸν πενθοῦντα πολλάκις˙ καὶ οὐ θαῦμα.


• Ὁ περὶ κριμάτων καὶ πτωμάτων λόγος, σκοτεινός, καὶ πάσῃ ψυχῇ ἀκατάληπτος˙ ποῖα μὲν τὰ δι’ ἀμελείας, ποῖα δὲ τὰ δι’ ἐγκατάλειψιν οἰκονομικήν, ποῖα δὲ τὰ δι’ ἀποστροφὴν Θεοῦ συμβαίνοντα ἡμῖν πτώματα˙ πλὴν ἐκεῖνο μοι τὶς διηγήσατο, ὅτι περ τὰ κατ’ οἰκονομία ἡμῖν συμβαίνοντα ταχεῖαν τὴν ἐξ αὐτῶν ἐπιστροφὴν κέκτηνται˙ οὐ γὰρ συγχωρεῖ ὁ παραδοὺς Θεὸς ἐπὶ πολὺ κρατεῖσθαι ἡμᾶς.

• Τῷ τῆς λύπης δαίμονι οἱ πεσόντες πρὸ πάντων μαχεσώμεθα˙ αὐτὸς γὰρ παρὰ τὸν καιρὸν τῆς προσευχῆς παριστάμενος, καὶ τῆς προτέρας ἡμᾶς παρρησίας ὑπομιμνήσκων, καταργῆσαι τῆς εὐχῆς βούλεται.


• Μὴ θαμβηθῇς καθ’ ἡμέραν πίπτων, μηδὲ ἀποπήδα˙ ἀλλὰ στῆθι ἀνδρεῖος, καὶ πάντως αίδεσθήσεταί σου τὴν ὑπομονὴν ὁ φυλάσσων σὲ ἄγγελος. Ὡς ἔτι νεαρὸν ἐστι καὶ ζέον τὸ τραῦμα, εὐΐατον εἶναι πέφυκε˙ τὰ γὰρ χρόνια, ὡς ἠμελημένα καὶ κεχερσωμένα, δυσίατα, καὶ πολλοῦ τοῦ κόπου καὶ σιδήρου καὶ ξηρίου καὶ τοῦ ἐνταῦθα πυρὸς πρὸς ἰατρείαν δεόμενα.

• Πολλὰ τῷ χρόνῳ ἀνίατα˙ παρὰ δὲ τῷ Θεῷ πάντα δυνατά.

• Πρὸ μὲν τοῦ πτώματος φιλάνθρωπον˙ μετὰ δὲ τὸ πτῶμα ἀπότομον τὸν Θεὸν λέγουσιν οἱ δαίμονες.

• Ὅπου πνεῦμα Κυρίου, ὁ δεσμὸς λέλυται˙ ὅπου ταπείνωσις ἀνείκαστος, ὁ δεσμὸς λέλυται ˙ οἱ γὰρ τῶν δύο χωρίς, μὴ πλανηθῶσι˙ δέδενται γάρ.

• Σημεῖον τῆς ἐν πτώμασι λύσεως, τὸ διαπαντὸς χρεώστην ἑαυτὸν λογίζεσθαι.

• Οὐδὲν τῶν τοῦ Θεοῦ οἰκτιρμῶν ἴσον ἤ μείζων ὑπάρχει˙ διόπερ ὁ ἀπογινώσκων, ἑαυτὸν ἔσφαξε.

• Σημεῖον μεμεριμνημένης μετανοίας, πασῶν τῶν συμβαινουσῶν ὀρατῶν καὶ ἀοράτων θλίψεων ἀξίους ἑαυτοὺς λογίζεσθαι, καὶ ἔτι πλειόνων.

• Μωϋσῆς μετὰ τὸ τὸν Θεὸν ἐν τῇ βάτῳ ἰδέσθαι, πάλιν εἰς Αἴγυπτον, ἤγουν σκοτασμόν, πρὸς τὴν πλινθουργίαν τοῦ νοητοῦ ἴσως Φαραὼ ὑπέστρεψεν˙ ἀλλὰ πάλιν ἀνέρχεται ἐν τῇ βάτῳ˙ οὐ μόνον δε, ἀλλὰ καὶ ἐν τῷ ὄρει˙ Ὁ γνοῦς τὸ θεώρημα, οὐδέποτε ἑαυτοῦ ἀπογνώσεται. Πτωχεύει ὁ μέγας Ἰώβ, ἀλλὰ πάλιν διπλῶς ἐπλούτησεν.

• Ὅρα, ὅρα˙ οὐ γὰρ πάντως δι’ ἧς ὁδοῦ ἐπλανήθημεν ἐπιστρέφομεν˙ ἀλλὰ δι’ ἑτέρας συντόμου.

Πέμπτον βαθμὸν ὁ μετανοήσας ἀνῆλθες˙ τὰς γὰρ πέντε αἰσθήσεις ἐκάθηρας δι’ αὐτῆς, τὴν ἀκούσιον τιμωρίαν καὶ κόλασιν διὰ τῆς αὐτοπροαιρέτου ἐκφυγών.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου