Δευτέρα, 15 Φεβρουαρίου 2010

Ἀφιέρωμα: ΚΛΙΜΑΞ.Δευτέρα Α΄ Νηστειῶν. Ἐκ τοῦ Α΄ Λόγου, Περὶ Ἀποταγῆς .


• Ἀσεβὴς ἐστι, φύσις λογική, θνητή, ἐκουσίως τὴν ζωὴν ἀποφεύγουσα, καὶ τὸν οἰκεῖον Ποιητήν, τὸν ἀεὶ ὄντα, ὡς οὐκ ὄντα λογιζομένη.

• Παράνομός ἐστιν, ὁ τὸν νόμον τὸν ἐκ τοῦ Θεοῦ μετ’ οἰκείας κακονοίας κατέχων, καὶ μεθ’ αἱρέσεως ἐναντίας Θεῷ πιστεύειν νομίζων.

• Χριστιανός ἐστιν, μίμημα Χριστοῦ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, λόγοις καὶ ἔργοις καὶ ἐννοίᾳ εἰς τὴν Ἁγίαν Τριάδα ὀρθῶς καὶ ἀμέμπτως πιστεύων.

• Μοναχός ἐστι, τάξις καὶ κατάστασις ἀσωμάτων, ἐν σώματι ὑλικῷ καὶ ῥυπαρῷ ἐκτελουμένη. Μοναχός ἐστιν, ὁ μόνων τῶν τοῦ Θεοῦ ἐχόμενος ὅρων καὶ λόγων, ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι. Μοναχός ἐστι, βία φύσεως διηνεκής, καὶ φυλακὴ αἰσθήσεως ἀνελλιπής. Μοναχὸς ἐστιν, ἡγνισμένον σῶμα καὶ κεκαθαρμένον στόμα καὶ πεφωτισμένος νοῦς. Μοναχός ἐστι, κατώδυνος ψυχή, ἐν διηνεκεῖ μνήμῃ θανάτου ἀδολεσχοῦσα, ἐγρηγορυῖά τε καὶ ὑπνώττουσα.

• Ἀναχώρησις κόσμου ἐστιν, ἑκούσιον μῖσος ἐπαινουμένης ὕλης, καὶ ἄρνησις φύσεως, δι’ ἐπιτυχίαν τῶν ὑπὲρ φύσιν.

• Μιμείσθω ὁ τὸ ἑαυτοῦ φορτίον τῶν ἁμαρτημάτων ἐξεληλυθὼς σκορπίσαι, τοὺς πρὸ τῶν τάφων καθημένους ἔξω τῆς πόλεως , καὶ μὴ παυσάσθω τῶν θερμῶν καὶ διαπύρων σταγόνων καὶ ἀφώνων ὀλολυγμῶν τῆς καρδίας, ἕως οὗ ἴδῃ τὸν Ἰησοῦν καὶ αὐτὸς ἐληλυθότα, καὶ τὸν λίθον τῆς πωρὠσεως ἐκ τῆς καρδίας ἀποκυλίσαντα, καὶ τὸν νοῦν ἡμῶν Λάζαρον τῶν σειρῶν τῶν ἁμαρτημάτων ἐλευθερώσαντα, καὶ τοῖς ὑπουργοῖς Ἀγγέλοις κελεύσαντα˙ λύσατε αὐτὸν ἐκ τῶν παθῶν, καὶ ἄφετε ὑπάγειν πρὸς τὴν μακαρίαν ἀπάθειαν.

• Βίας ἀληθῶς καὶ ἀπαύστων ὀδυνῶν, οἱ εἰς τὸν οὐρανὸν μετὰ σώματος ἐπιχειρήσαντες δέονται ˙ καὶ μάλιστα ἐν προοιμίοις αὐτῶν τῆς ἀποταγῆς, ἄχρις οὗ τὸ φιλήδονον ἡμῶν ἦθος καὶ ἡ ἀνάλγητος καρδία εἰς φιλοθεΐαν καὶ ἁγνισμόν, διὰ πένθους ἐναργοῦς κατασταθῶσι.

• Μόχθος γὰρ ὄντως, μόχθος, καὶ πλλὴ καὶ ἀόρατος ἡ πικρία, καὶ μάλιστα τοῖς ἀμελῶς διακειμένοις, ἄχρις οὗ τὸν φιλομάκελλον ἡμῶν κύνα νοῦν καὶ φιλόβρωμον, φιλεπίσκοπόν τινα καὶ φίλαγνον δι’ ἁπλότητος καὶ ἀοργησίας βαθείας καὶ ἐπιμελείας ποιήσομεν˙ πλὴν θαρσῶμεν οἱ ἐμπαθεῖς καὶ ἀδύνατοι, πίστει ἀδιστάκτῳ τὴν ἡμετέραν ἀσθένειαν καὶ τὴν ψυχικὴν ἀδυναμίαν τῇ χειρὶ ἡμῶν τῇ δεξιᾷ Χριστῷ προσφέροντες καὶ ἐξομολογούμενοι. Καὶ πάντως τὴν αὐτοῦ βοήθειαν καὶ ὑπὲρ τὴν ἑαυτῶν ἀξίαν κομισόμεθα˙ ἐν βυθῷ μέντοι ταπεινοφροσύνης ἑαυτοὺς διηνεκῶς καταφέροντες.

• Πάντα ἀπαρνήσονται, πάντα καταφρονήσουσι, πάντων καταγελάσονται, πάντα ἐκτινάξονται οἱ προσερχόμενοι, ἵνα καλὸν θεμέλιον καταβάλωνται.

• Καλὸς τρίδομος καὶ τρίστυλος θεμέλιος, ἀκακία, νηστεία, σωφροσύνη. Πάντες οἱ ἐν Χριστῷ νήπιοι διὰ τούτων ἀρχέσθωσαν.

• Ὁπόταν ἡ ψυχὴ ἑαυτὴν προδοῦσα τὴν θέρμην ἀπωλέσῃ τὴν μακαρίαν καὶ ἐπέραστον, ζητησάτω ἐπιμελῶς ἐκ ποίας αἰτίας ταύτης ἐστέρηται, καὶ κατ’ἐκείνης ὅλον τὸν πόλεμον καὶ τὴν σπουδὴν ἀναλαβέτω. Οὐκ ἔστιν γὰρ δι’ ἑτέρας πύλης αὐτὴν ἐπαναστρέψαι, εἰμὴ δι’ ἧς ἐξελήλυθεν.

• Προσδράμωμεν χαρᾷ καὶ φόβῳ τῷ καλῷ ἀγῶνι, μὴ δειλιῶντες τοὺς ἐχθροὺς ἡμῶν˙ ἐπειδὴ εἰς πρόσωπον τῆς ψυχῆς ἡμῶν καθορῶσι, εἰ καὶ οὐχ ὁρῶνται. Κἄν ἴδωσιν αὐτὸ ἐκ δειλίας ἀλλοιωθέν, τότε καθ’ἡμῶν πικροτέρως ὁπλίζονται, νοήσαντες οἱ δόλιοι ὅτι ἐφοβήθημεν˙ εὐψύχως οὖν πρὸς αὐτοὺς ὁπλισώμεθα˙ τῷ γὰρ μαχομένῳ προθύμως οὐδεὶς μάχεται.

• Δίδου κόπους νεότητός σου πλουσίως Χριστῷ καὶ χαρήσῃ ἐν γήρᾳ ἐπὶ πλούτῳ ἀπαθείας˙ (…) Κάμωμεν νέοι ζεόντως˙ δράμωμεν νηφόντως˙ ὁ γὰρ θάνατος ἄδηλος.

Πρώτη ἀνάβασις˙ ὁ ἐπιβεβηκώς, μὴ στραφῇς εἰς τὰ ὀπίσω.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου