Παρασκευή, 19 Φεβρουαρίου 2010

Ἀφιέρωμα: ΚΛΙΜΑΞ.Παρασκευή , Α΄ Νηστειῶν. Ἐκ τοῦ Δ΄ Λόγου , Περί Ὑπακοῆς. Β΄ Μέρος.


• Σιωπὴν ἐσχάτην καὶ ἄγνοιαν ἐπὶ τοῦ προεστῶτος ἀσκήσωμεν˙ ἀνὴρ γὰρ σιωπηλός, φιλοσοφίας υἱός, γνῶσιν πολλὴν πάντοτε κτώμενος.

• Πάσῃ νήψει νήψωμεν καὶ τηρήσει τηρήσωμεν καὶ φυλακῇ φυλαξώμεθα, πότε καὶ πῶς ἡ διακονία τῆς προσευχῆς ὀφείλει προκρίνεσθαι˙ οὐ γὰρ πάντοτε πάντως. Πρόσεχε σεαυτῷ τοῖς ἀδελφοῖς σου συμπαρὼν καὶ μὴ σπεῦδε δικαιότερος αὐτῶν φαίνεσθαι ἔν τινι τὸ παράπαν˙ δύο γὰρ ἐργάσῃ κακά˙ ἐκείνους μὲν διὰ τῆς σῆς ψευδεπιπλάστου σπουδῆς πλήξας, ἑαυτῷ δὲ ἐκ παντὸς τρόπου ὑψηλοφροσύνην προξενήσας.

• Γίνου σπουδαῖος ψυχῇ, μηδόλως σώματι τοῦτο ἐμφαίνων˙ μὴ σχήματι˙ μὴ λόγω˙ μὴ αἰνίγματι˙ καὶ τοῦτο εἵπερ τοῦ ἐξουδενεῖν τὸν πλησίον πέπαυσαι˙ εἰ δὲ πρόχειρος εἰς τοῦτο καθέστηκας, γίνου τοῖς ἀδελφοῖς σου ὅμοιος καὶ μὴ τῇ οἰήσει ἀνόμοιος.

• Πῖνε προθύμως μυκτηρισμὸν ὡς ὕδωρ ζωῆς παρὰ παντὸς ἀνθρώπου, ποτίζειν σε τὸ καθάρσιον τῆς λαγνείας ζητοῦντος˙ τότε γὰρ ἀνατελεῖ ἁγνεία βαθεῖᾳ ἐν τῇ ψυχῇ καὶ φῶς Θεοῦ οὐκ ἐκλείψει ἐκ τῆς καρδίας σου.

• Μὴ γίνου ἄλογος σιωπητικός, ἑτέροις ταραχὴν καὶ πικρίαν προξενῶν˙ μηδὲ νωθρὸς τῷ ἤθει καὶ τῷ βήματι, σπουδάζειν ἐπιτρεπόμενος˙ εἰ δὲ μή, τῶν μαινομένων καὶ ταραχωδῶν χείρων καθέστηκας.

• Μὴ ἀθύμει κλεπτόμενος˙ ἀλλ’ εὐθύμει, τὸν νοῦν ἀεὶ ἀνακαλούμενος˙ ἀγγέλου γὰρ μόνον τὸ ἄσυλον.

• Οὐδὲν οὕτω τὴν ἀκαρπίαν, ὡς ἀνυπομονησία κατεργάζεται.

• Ἐὰν τῆς δεσποίνης (τῆς κοιλίας) ἄρξῃς, πᾶν σοι κάθισμα προξενήσει ἀπάθειαν˙ ἐκείνης δὲ ἀρχούσης, ἐκτὸς μνήματος πανταχοῦ κινδυνεύσεις.

• Κύριος μὲν σοφοῖ τυφλούς, τοὺς τῶν ὑπηκόων ὀφθαλμούς, ἐν ταῖς τοῦ διδασκάλου ἀρεταῖς, ἐν δὲ ταῖς ἐλλείψεσι σκοτοῖ˙ ὁ δὲ μισόκαλος τοὐναντίον.

• Πάντοτε μέν, ἐπὶ πλεῖον δὲ ἐν ταῖς ὑμνῳδίαις τὸ ἡσύχιον καὶ ἀτάραχον τηρήσωμεν˙ σκοπὸς γὰρ τοῖς δαίμοσι διὰ ταραχῶν τὴν προσευχὴ ἀφανίζειν.

• Διακονῶν ἐστι, σώματι μὲν ἀνθρώποις παρεστῶς, νοῒ δὲ ἐν οὐρανοῖς διὰ προσευχῆς κρούων.

• Τοῦτο πίστεως ἀληθεστάτης γνώρισμα, τὸ τὰ ἐναντία τῶν ἐλπιζομένων γινόμενα θεωροῦντας, πείθεσθαι τοῖς προστάττουσιν ἀδιστάκτως.

• Ἀδύνατον τοὺς τέχνην μανθάνοντας ὁλοψύχως, μὴ καθ’ ἡμέραν προκόπτειν ἐν αὐτῇ.

• Ἄριστος τραπεζίτης καθ’ ἑσπέραν τὸ τῆς ἡμέρας κέρδος ἤ τὴν ζημίαν πάντως ψηφίζει˙ οὐ δύναται δὲ σαφῶς γνῶναι, εἰ μὴ καθ’ ὥραν ἐν τῷ πίνακι σημειοῦται˙ τὰ γὰρ καθ’ ὥραν λογοθέσια τὸ καθημερινὸν ἐμφανίζουσιν.

• Ὅταν ὀνειδιζόμενος ἤ κατακραζόμενος ὁ ἄφρων δάκνηται, καὶ ἀντιλέγειν δοκιμάζει ἤ συντόμως τῷ ἐπιπλήττοντι μετάνοιαν δίδωσιν˙ οὐ ταπεινώσεως χάριν, ἀλλὰ τοὺς ὀνειδισμοὺς παῦσαι βουλόμενος. Σκωπτόμενος σιώπα καὶ καταδέχου ψυχῆς καυστῆρας, μᾶλλον δὲ ἁγνείας φωστῆρας. Παυσαμένου τοῦ ἰατροῦ, τότε τούτῳ μετανόει˙ ἐν τῷ θυμῷ γὰρ ἴσως οὐδὲ τὴν μετάνοιαν δέχεται.

• Ὅταν ἐπιπλησσόμενος παρὰ τοῦ πατρὸς ἀπαύστως, πλείονα τὴν πρὸς αὐτὸν πίστιν καὶ ἀγάπην προσλαμβάνῃς, Πνεῦμα Ἅγιον ἀοράτως ἐνῴκησε τῇ ψυχῇ σου, καὶ δύναμις Ὑψίστου ἐπεσκίασέ σοι˙ πλὴν μὴ καυχῶ μηδὲ χαῖρε γενναίως ὑποφέρειν τὰς ὕβρεις καὶ τὰς ἀτιμίας˙ ἀλλὰ μᾶλλον θρήνει, ὅτι ὅλως ἄξιόν τι ὕβρεως διεπράξω καὶ ἐτάραξας ψυχὴν κατὰ σοῦ.

• Ὥσπερ τὰ δένδρα ὑπὸ τῶν ἀνέμων σειόμενα βαθείας ρίζας καταβάλλουσιν, οὕτω καὶ οἱ ἐν ὑπακοῇ διάγοντες ἰσχυρὰς καὶ ἀσαλεύτους κέκτηνται τὰς ψυχάς.

Ἰσάριθμος εὐαγγελιστῶν βαθμός˙ ὁ ἀθλητὴς στῆκε τρέχων ἀφόβως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου