Τρίτη, 29 Δεκεμβρίου 2009

Κανών Ιερού Ευχελαίου



Ἦχος δ’.


ᾠδὴ α’. Θαλάσσης το ἐρυθραῖον.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Ἐλαίῳ, τῆς εὐσπλαγχνίας Δέσποτα, ὁ ἱλαρύνων ἀεί, ψυχὰς ὁμοῦ καὶ σώματα βροτῶν,καὶ φρουρῶν ἐν ἐλαίῳ πιστούς˙
αὐτὸς καὶ νῦν οἰκτείρησον,τοὺς δι’ Ἐλαίου προσιόντας Σοι.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Ὑπάρχει, Σοῦ τοῦ ἐλεόυς Δέσποτα, πλήρης ἡ σύμπασα γῆ˙ ὅθεν ἐλαίῳ θείῳ μυστικῶς, οἱ χριόμενοι σήμερον, τὸν ὑπὲρ νοῦν Σου ἔλεον, πιστῶς αἰτοῦμέν Σε δοθῆναι ἡμῖν.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Χρισμόν Σου, τὸν ἱερὸν Φιλάνθρωπε, ὁ ἀποστόλοις τοῖς Σοῖς, ἐπ’ ἀσθενοῦσι δούλοις σου τελεῖν, συμπαθῶς ἐντειλάμενος, ταῖς δι’ αὐτῶν ἐντεύξεσι, πάντας σφραγῖδι Σου ἐλέησον.

Θεοτοκίον.
Ἡ μόνη, τὸ τῆς εἰρήνης πέλαγος, Ἁγνὴ πλουτήσασα, ταῖς πρὸς Θεὸν πρεσβείαις Σου ἀεί, νοσημάτων καὶ θλίψεων, τὸν Σὸν οἰκέτην λύτρωσαι, ὅπως ἀπαύστως μεγαλύνῃ Σε.



ᾠδὴ γ’. Εὐφραίνεται ἐπὶ σοί.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Σὺ μόνος ὤν θαυμαστός, καὶ ἐν ἀνθρώποις τοῖς πιστοῖς ἵλεως, τῷ ἀσθενοῦντι δεινῶς, δὸς Χριστὲ τὴν χάριν Σου ἄνωθεν.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Ἐλαίας κάρφος ποτέ, πρὸς ἀνοχὴν κατακλυσμοῦ θείᾳ Σου, δείξας ῥοπῇ Κύριε, σῶσον ἐν ἐλέει τὸν κάμνοντα.
Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Λαμπάδι θείᾳ φωτός, ἐν τῷ ἐλέει Σου Χριστὲ φαίδρυνον, τὸν ἐν τῇ χρίσει καὶ νῦν, πίστει τοῦ ἐλέους Σου σπεύδοντα.

Θεοτοκίον.
Ἐπίβλεψον εὐμενῶς, Μήτηρ τοῦ πάντων Ποιητοῦ ἄνωθεν, καὶ τὴν πικρὰν κάκωσιν, λῦσον τοῦ νοσοῦντος πρεσβείαις Σου.

Κάθισμα.
Ἦχος πλ. δ’. Αὐλῶν ποιμενικῶν.
Ὡς θεῖος ποταμός, τοῦ ἐλέους ὑπάρχων, ὡς ἄβυσσος πολλῆς, συμπαθείας Οἰκτίρμον, δεῖξον τοῦ Σοῦ ἐλέους τὰ θεῖα ῥεῖθρα, καὶ πάντας ἴασαι˙ βλῦσον τὰς τῶν θαυμάτων πηγὰς ἀφθόνως, καὶ πλῦνον ἅπαντας˙ Σοὶ γὰρ ἀεὶ προστρέχοντες θερμῶς, τὴν χάριν ἐξαιτούμεθα.

Ἕτερον.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ ἰατρὸς καὶ βοηθὸς τῶν ἐν πόνοις, ὁ λυτρωτής τε καὶ Σωτὴρ τῶν ἐν νόσοις, αὐτὸς τῶν ὅλων Δέσποτα καὶ Κύριε, δώρησαι τὴν
ἴασιν, τῷ νοσοῦντί Σου δούλῳ, οἴκτειρον ἐλέησον, τὸν πολλὰ ἐπταικότα, καὶ τῶν σφαλμάτων λύτρωσαι Χριστέ, ὅπως δοξάζῃ τὴν θείαν Σου δύναμιν.


ᾠδὴ δ’. Ἐπαρθέντα σε ἰδοῦσα.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Ἀδιάφθορον ὡς μύρον Σωτὴρ ὑπάρχων, τὸ κενωθὲν ἐν χάριτι καὶ κόσμον καθαῖρον, οἴκτειρον, ἐλέησον τὸν τῇ θείᾳ πίστει Σου, μώλωπας σαρκὸς ἐπαλείφοντα.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Ἱλαρότητι σφραγῖδος τοῦ Σοῦ ἐλέους, νῦν τὰς αἰσθήσεις Δέσποτα σφραγίσας Σοῦ δούλου, ἄβατον, ἀπρόσιτον, τὴν εἴσοδον ποίησον, πάσαις ἐναντίαις δυνάμεσιν.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Ὁ προσκαλεῖσθαι κελεύων τοὺς ἀσθενοῦντας, ἱερουργοὺς ἐνθέους Σου, καὶ τούτων ἐντεύξει, καὶ χρίσει Ἐλαίου Σου, Φιλάνθρωπε σώζεσθαι, σῶσον Σῷ ἐλέει τὸν κάμνοντα.

Θεοτοκίον.
Θεοτόκε ἀειπάρθενε Παναγία, σκέπη στεῤῥὰ καὶ φύλαξ μου, λιμήν τε καὶ τεῖχος, κλῖμαξ καὶ προπύργιον, ἐλέησον, οἴκτειρον˙ πρὸς Σε γὰρ καὶ μόνην κατέφυγον.


ᾠδὴ ε’. Σὺ Κύριέ μου φῶς.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Ὑπάρχων Ἀγαθέ, τοῦ ἐλέους ἡ ἄβυσσος, ἐλέησον Ἐλεῆμον, Σοῦ τῷ θείῳ Ἐλαίῳ, τὸν κάμνοντα ὡς εὔσπλαγχνος.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Ψυχὰς ἡμῶν Χριστέ, καὶ τὰ σώματα ἄνωθεν, σφραγῖδός Σου θείῳ τύπῳ, ἁγιάσας ἀφράστως, χειρί Σου πάντας ἴασαι.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Ἀφάτῳ Σου στοργῇ, ὑπεράγαθε Κύριε, δεξάμενος τὰς τοῦ μύρου, διὰ πόρνης ἀλείψεις, οἰκτείρησον τὸν δοῦλόν Σου.

Θεοτοκίον.
Πανύμνητε ἁγνή, ὑπεράγαθε Δέσποινα, ἐλέησον τοὺς τῷ θείῳ, χριομένους Ἐλαίῳ, καὶ σῶσον τὸν οἰκέτην Σου.


ᾠδὴ ς’. Θύσω σοι.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Λόγοις Σου, ὁ δι’ Ἐλαίου δείξας Φιλάνθρωπε, ἐν Βασιλεῦσι τὴν χρῆσιν, καὶ Ἀρχιερεῦσι ταύτην τελέσας, σφραγισμῷ Σου, καὶ τὸν πάσχοντα σῶσον ὡς εὔσπλαγχνος.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.

Μέθεξις, μὴ ἐκ πικρῶν δαιμόνων ἐφάψοιτο, τοῦ ἐπ’ ἀλείψει ἐνθέῳ, τὰς αἰσθήσεις Σῶτερ σημειουμένου, ἀλλ’ ἐν σκέπῃ, περιτείχισον τοῦτον τῆς δόξης Σου.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Ὄρεξον, χεῖρα τὴν Σὴν ἐξ ὕψους Φιλάνθρωπε, καὶ Σοῦ τὸ Ἔλαιον Σῶτερ, ἁγιάσας δίδου τῷ Σῷ οἰκέτῃ, εἰς ὑγείαν, καὶ νοσημάτων πάντων ἐκλύτρωσιν.

Θεοτοκίον.
Πέφηνας, ἐν τῷ Θεοῦ Σου οἴκῳ κατάκαρπος, Μήτηρ τοῦ Κτίστου ἐλαία, δι’ ἧς πλήρης ὤφθη κόσμος ἐλέους˙ ὅθεν σῶζε, πρεσβειῶν ἐπαφῇ Σου τὸν κάμνοντα.

Κοντάκιον.
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ἐλέους πηγὴ ὑπάρχων ὑπεράγαθε, τοὺς πίστει θερμῇ, ἐλέει τῷ ἀφάτῳ Σου, προσπεσόντας εὔσπλαγχνε, ἐκ παντοίας λύτρωσαι κακώσεως, καὶ τὰς αὐτῶν νόσους ἀράμενος, παράσχου τὴν θείαν χάριν ἄνωθεν.




ᾠδὴ ζ’. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Σὺ ἐν ἐλέει, καὶ οἰκτιρμοῖς Σου Σῶτερ μόνος Θεός, πάντων ἰατρεύων πάθη τε τῶν ψυχῶν, καὶ σωμάτων τὰ συντρίμματα, αὐτὸς θεράπευσον, καὶ τὸν ἐν νόσοις πάσχοντα Εὔσπλαγχνε.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Ἐν τῷ λιπαίνειν, Ἐλαίου χρίσει πάντων τὰς κεφαλάς, δίδου εὐφροσύνης τοῦτῳ τὴν χαρμονήν, τῷ τὸν Ἔλεον ζητοῦντί Σου, τῆς ἐκλυτρώσεως, τῷ πλουσίῳ ἐλέει Σου Κύριε.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Ξίφος ὑπάρχει, κατὰ δαιμόνων Σῶτερ Σοῦ ἡ σφραγίς˙ πῦρ τε ἀναλίσκον πάθη τὰ τῶν ψυχῶν, Ἱερέων ταῖς ἐντεύξεσιν˙ ὅθεν τὴν ἴασιν, οἱ δεδεγμένοι πίστει ὑμνοῦμεν Σε.
Θεοτοκίον.
Σὺ τὸν κρατοῦντα, ἐν δρακὶ πάντα Μήτηρ Θεοῦ, ἔνδον ἐν κοιλίᾳ σχοῦσα θεοπρεπῶς, καὶ ἀφράστως σωματώσασα, ὑπὲρ τοῦ κάμνοντος, ἐξιλέωσαι τοῦτον δεόμεθα.


ᾠδὴ η’. Χεῖρας ἐκπετάσας Δανιήλ.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Ἅπαντας ἐλέησον Σωτήρ, κατὰ τὸ μέγα Σου καὶ θεῖον ἔλεος˙ τούτου τὸν τύπον γὰρ Δέσποτα, μυστικῶς ὑπαινιττόμενοι, τὴν δι’ Ἐλαίου ἱεροῦ χρῖσιν προσάγομεν, τοῖς νοσοῦσιν˙ οὕς περ δυνάμει τῇ σῇ πάντας ἴασαι.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Ῥείθροις τοῦ ἐλέους Σου Χριστέ, καὶ ἐπαλείμμασι τῶν Ἱερέων Σου, πλῦνον ὡς εὔσπλαγχνος Κύριε, τὰς ὀδύνας καὶ τὰ τραύματα, καὶ ἀλγεινῶν ἐπιφοράς, τοῦ ἐν ἀνάγκαις παθῶν τρυχομένου, ὅπως καθάρσει τῇ σῇ, τύχῃ ῥώσεως.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Σύμβολον τῆς ἄνωθεν ῥοπῆς, καὶ ἱλαρότητος Ἔλαιον, θεῖον ἡμῖν τοῖς διαγράφουσι Δέσποτα, μὴ μακρύνῃς Σοῦ τὸ ἔλεος, μηδὲ παρίδῃς τοὺς πιστῶς ἀεὶ κραυγάζοντας˙ Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.
Ἔνδοξον ὡς στέφανον Ἁγνή, ἡ φύσις εἴληφε τὸν θεῖον τόκον Σου, ἐχθρῶν ἀπείργοντα φάλαγγας, καὶ νικῶντα κατὰ κράτος αὐτούς˙ διὸ χαρίτων Σου φαιδραῖς, καταστεφόμενοι ἀγλαΐαις, Σὲ ἀνυμνοῦμεν πανύμνητε Δέσποινα.


ᾠδὴ θ’. Λίθος ἀχειρότμητος ὄρους.


Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Νεῦσον οὐρανόθεν Οἰκτίρμον, δεῖξόν Σου τὸ ἔλεος πᾶσι˙ δὸς νῦν τὴν ἀντίληψιν τὴν σήν, καὶ τὴν ἰσχύν Σου τῷ προσιόντι Σοι, διὰ τοῦ θείου χρίσματος, τῶν Ἱερέων Σου φιλάνθρωπε.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Ἴδομεν πανάγαθε Σῶτερ, ἀγαλλιώμενοι τὸ θεῖον, Ἔλαιον ῥοπῇ Σου ἐνθέῳ, ὑπὲρ μετόχους, ὅπερ προσείληφας, καὶ τυπικῶς μετέδωκας, λουτροῦ τοῦ θείου τοῖς μετέχουσι.

Δέσποτα Χριστὲ ἐλέησον τὸν δοῦλόν σου.
Οἴκτειρον ἐλέησον Σῶτερ, ῥῦσαι δεινῶν καὶ ἀλγηδόνων, λύτρωσαι βελῶν τοῦ πονηροῦ, τοὺς σοὺς οἰκέτας, ψυχὰς καὶ σώματα, ὡς ἐλεήμων Κύριος, χάριτι θείᾳ ἐξιώμενος.

Θεοτοκίον.
Ὕμνους καὶ δεήσεις Παρθένε, προσδεχομένη τῶν σῶν δούλων, ῥῦσαι χαλεπῶν παθημάτων, καὶ ἀλγηδόνων ταῖς ἱκεσίαις Σου, τὸν δι’ ἡμῶν Πανάχραντε, τῇ θείᾳ σκέπῃ Σου προστρέχοντα.


Ἄξιον ἐστὶν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Ἐξαποστειλάριον. Ἐπεσκέψατο ἡμᾶς.
Ἐν ἐλέῳ ἀγαθέ, ἐπίβλεψον σῷ ὄμματι, ἐπὶ τὴν δέησιν ἡμῶν, τῶν συνελθόντων ἐν τῷ Ναῷ Σου, τῷ Ἁγίῳ σήμερον, χρῖσαι θείῳ Ἐλαίῳ, νοσοῦντας τοὺς δούλους Σου.

Εἰς τοὺς Αἴνους. Στιχηρὰ Προσόμοια.
Ἦχος δ’. Ἔδωκας σημείωσιν.

Ἔδωκας τὴν χάριν Σου, διὰ τῶν Σῶν εὐδιάλλακτε, Ἀποστόλων Φιλάνθρωπε, Ἐλαίῳ ἁγίῳ Σου, θεραπεύειν πάντων, πληγὰς τε καὶ νόσους˙ διὸ Ἐλαίῳ Σου πιστῶς, τὸν προσιόντα καὶ νῦν ὡς εὔσπλαγχνος, ἁγίασον ἐλέησον, παντοίας νόσου καθάρισον, καὶ τρυφῆς τῆς ἀφθάρτου Σου, καταξίωσον Κύριε.

Βλέψον ἀκατάληπτε ἐξ οὐρανόθεν ὡς εὔσπλαγχνος, ἐν χειρὶ ἀοράτῳ Σου, σφραγίσας Φιλάνθρωπε, τὰς ἡμῶν αἰσθήσεις, Ἐλαίῳ Σου θείῳ, τὸν προσδραμόντα Σοι πιστῶς, καὶ ἐξαιτοῦντα πταισμάτων ἄφεσιν˙ καὶ δώρησαι τὴν ἴασιν, τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος, ἵνα πόθῳ δοξάζῃ Σε, μεγαλύνων τὸ κράτος Σου.

Χρίσει τοῦ ἐλέους Σου, καὶ Ἱερέων φιλάνθρωπε, ἐπαφῇ τοὺς οἰκέτας Σου, ἁγίασον ἄνωθεν, νοσημάτων ῥῦσαι, ψυχῆς τε τὸν ῥύπον, κάθαρον ἔκπλυνον Σωτήρ, καὶ πολυπλόκων σκανδάλων λύτρωσαι˙ τοὺς πόνους παραμύθησαι, τὰς περιστάσεις ἐκδίωξον, καὶ τὰς θλίψεις ἀφάνισον, ὡς οἰκτίρμων καὶ εὔσπλαγχνος.

Δόξα. Και νῦν. Θεοτοκίον.

Σὲ τὸ καθαρώτατον, τοῦ Βασιλέως παλάτιον, δυσωπῶ πολυΰμνητε˙ τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος ποίησον˙ ὅπως τὴν δυναστείαν Σου, καὶ τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σωζόμενος, ὁ ἀχρεῖος οἰκέτης Σου.



Τρισάγιον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου